οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
γηροβοσκούμεσθ᾽ ὑφ᾽ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία· τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην. ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· κᾆτ᾽ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ᾽ ἱστὰς ἐπῶν
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. ὁ δ᾽ ὑπὸ γήρως μασταρύζει, κᾆτ᾽ ὀφλὼν ἀπέρχεται,
εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους, ‘οὗ μ᾽ ἐχρῆν σορὸν πρίασθαι τοῦτ᾽ ὀφλὼν ἀπέρχομαι.